Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.127 Joseph. AJ 14.132 (English) >>Joseph. AJ 14.138

14.131καὶ τὸ μὲν Πηλούσιον οὕτως εἶχεν. τοὺς δὲ περὶ Ἀντίπατρον καὶ Μιθριδάτην ἀπιόντας πρὸς Καίσαρα διεκώλυον οἱ Ἰουδαῖοι οἱ τὴν Ὀνίου χώραν λεγομένην κατοικοῦντες. πείθει δὲ καὶ τούτους τὰ αὐτῶν φρονῆσαι κατὰ τὸ ὁμόφυλον Ἀντίπατρος καὶ μάλιστα ἐπιδείξας αὐτοῖς τὰς Ὑρκανοῦ τοῦ ἀρχιερέως ἐπιστολάς, ἐν αἷς αὐτοὺς φίλους εἶναι Καίσαρος παρεκάλει καὶ ξένια καὶ πάντα τὰ ἐπιτήδεια χορηγεῖν τῷ στρατῷ. 14.132καὶ οἱ μὲν ὡς ἑώρων Ἀντίπατρον καὶ τὸν ἀρχιερέα συνθέλοντας ὑπήκουον. τούτους δὲ προσθεμένους ἀκούσαντες οἱ περὶ Μέμφιν ἐκάλουν καὶ αὐτοὶ τὸν Μιθριδάτην πρὸς ἑαυτούς· κἀκεῖνος ἐλθὼν καὶ τούτους παραλαμβάνει. 14.133

Ἐπεὶ δὲ τὸ καλούμενον Δέλτα ἤδη περιεληλύθει, συμβάλλει τοῖς πολεμίοις περὶ τὸ καλούμενον Ἰουδαίων στρατόπεδον. εἶχε δὲ τὸ μὲν δεξιὸν κέρας Μιθριδάτης, τὸ δʼ εὐώνυμον Ἀντίπατρος. 14.134συμπεσόντων δὲ εἰς μάχην κλίνεται τὸ τοῦ Μιθριδάτου κέρας καὶ παθεῖν ἂν ἐκινδύνευσεν τὰ δεινότατα, εἰ μὴ παρὰ τὴν ᾐόνα τοῦ ποταμοῦ σὺν τοῖς οἰκείοις στρατιώταις Ἀντίπατρος παραθέων νενικηκὼς ἤδη τοὺς πολεμίους τὸν μὲν ῥύεται, προτρέπει δʼ εἰς φυγὴν τοὺς νενικηκότας Αἰγυπτίους. 14.135αἱρεῖ δʼ αὐτῶν καὶ τὸ στρατόπεδον ἐπιμείνας τῇ διώξει, τόν τε Μιθριδάτην ἐκάλει πλεῖστον ἐν τῇ τροπῇ διασχόντα. ἔπεσον δὲ τῶν μὲν περὶ τοῦτον ὀκτακόσιοι, τῶν δʼ Ἀντιπάτρου πεντήκοντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.127 Joseph. AJ 14.132 (English) >>Joseph. AJ 14.138

Powered by PhiloLogic